Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.53 Joseph. AJ 3.57 (English) >>Joseph. AJ 3.62

3.55νίκην καλλίστην καὶ καιριωτάτην νικῶσιν ἡμῶν οἱ πρόγονοι· καὶ γὰρ τῶν ἐπιστρατευσάντων ἐκράτησαν καὶ τοὺς περιοίκους ἐφόβησαν, μεγάλων τε καὶ λαμπρῶν ἐκ τοῦ πονεῖν ἐπέτυχον ἀγαθῶν ἑλόντες τὸ στρατόπεδον τῶν πολεμίων, πλούτους τε μεγάλους δημοσίᾳ καὶ κατʼ ἰδίαν ἔσχον οὐδὲ τῆς ἀναγκαίου τροφῆς πρότερον εὐποροῦντες. 3.56ὑπῆρξε δʼ αὐτοῖς οὐκ εἰς τὸ παρὸν μόνον, ἀλλὰ καὶ εἰς τὸν αὖθις αἰῶνα τῶν ἀγαθῶν αἰτία κατορθωθεῖσα προειρημένη μάχη· οὐ γὰρ τὰ σώματα μόνον τῶν ἐπιστρατευσάντων ἐδούλωσαν ἀλλὰ καὶ τὰ φρονήματα, καὶ τοῖς περιοίκοις ἅπασι μετὰ τὴν ἐκείνων ἧτταν ἐγένοντο φοβεροί, αὐτοί τε πλούτου μεγάλου δύναμιν προσέλαβον· 3.57πολὺς γὰρ ἄργυρός τε καὶ χρυσὸς ἐγκατελήφθη ἐν τῷ στρατοπέδῳ καὶ σκεύη χαλκᾶ, οἷς ἐχρῶντο περὶ τὴν δίαιταν, πολὺ δὲ ἐπίσημον πλῆθος ἑκατέρων ὅσα τε ὑφαντὰ καὶ κόσμοι περὶ τὰς ὁπλίσεις τε ἄλλη θεραπεία καὶ κατασκευὴ ἐκείνων λεία τε παντοία κτηνῶν καὶ ὅσα φιλεῖ στρατοπέδοις ἐξωδευκόσιν ἕπεσθαι. 3.58φρονήματός τε ὑπεπλήσθησαν ἐπʼ ἀνδρείᾳ Ἑβραῖοι καὶ πολλὴ μεταποίησις ἦν ἀρετῆς αὐτοῖς πρός τε τῷ πονεῖν ἦσαν ἀεὶ τούτῳ πάντα ληπτὰ νομίζοντες εἶναι. καὶ ταύτης μὲν τῆς μάχης τοῦτο τὸ πέρας. 3.59

Τῇ δʼ ὑστεραίᾳ Μωυσῆς νεκρούς τε ἐσκύλευε τῶν πολεμίων καὶ τὰς παντευχίας τῶν φυγόντων συνέλεγεν ἀριστεῦσί τε τιμὰς ἐδίδου καὶ τὸν στρατηγὸν Ἰησοῦν ἐνεκωμίαζε μαρτυρούμενον ἐφʼ οἷς ἔπραξεν ὑπὸ παντὸς τοῦ στρατοῦ. ἀπέθανεν δὲ Ἑβραίων μὲν οὐδείς, τῶν δὲ πολεμίων ὅσους οὐδʼ ἀριθμῷ γνῶναι δυνατὸν ἦν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.53 Joseph. AJ 3.57 (English) >>Joseph. AJ 3.62

Powered by PhiloLogic